Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 55.25 | Dem. 55.28 (English) | >>Dem. 55.30 |
55.26ὁπότε δὲ μήτʼ ἐξ ἀρχῆς ὁ πατὴρ ἠδίκει τὸ χωρίον περιοικοδομῶν , μήθʼ οὗτοι πώποτʼ ἐνεκάλεσαν τοσούτου χρόνου διελθόντος , οἵ τʼ ἄλλοι πολλὰ καὶ δεινὰ πεπονθότες μηδὲν μᾶλλον ἐγκαλοῦσιν ἐμοί , πάντες θʼ ὑμεῖς τὸ ἐκ τῶν οἰκιῶν καὶ τὸ ἐκ τῶν χωρίων ὕδωρ εἰς τὴν ὁδὸν ἐξάγειν εἰώθατε , ἀλλʼ οὐ μὰ Δίʼ εἴσω τὸ ἐκ τῆς ὁδοῦ δέχεσθαι , τί δεῖ πλείω λέγειν ; οὐδὲ γὰρ ἐκ τούτων ἄδηλον ὅτι φανερῶς συκοφαντοῦμαι , οὔτʼ ἀδικῶν οὐδὲν οὔτε βεβλαμμένων ἅ φασιν .
55.27ἵνα δʼ εἰδῆθʼ ὅτι καὶ τὸν χλῆδον εἰς τὴν ὁδὸν ἐκβεβλήκασιν , καὶ τὴν αἱμασιὰν προαγαγόντες στενοτέραν τὴν ὁδὸν πεποιήκασιν , ἔτι δʼ ὡς ὅρκον ἐδίδουν ἐγὼ τῇ τούτων μητρί , καὶ τὴν ἐμαυτοῦ τὸν αὐτὸν ὀμόσαι προὐκαλούμην , λαβέ μοι τάς τε μαρτυρίας καὶ τὴν πρόκλησιν .εἶτα τούτων ἀναισχυντότεροι γένοιντʼ ἂν ἄνθρωποι ἢ περιφανέστερον συκοφαντοῦντες , οἵτινες αὐτοὶ τὴν αἱμασιὰν προαγαγόντες καὶ τὴν ὁδὸν ἀνακεχωκότες ἑτέροις βλάβης δικάζονται , καὶ ταῦτα χιλίων δραχμῶν ἀτίμητον , οἵ γʼ οὐδὲ πεντήκοντα δραχμῶν τὸ παράπαν ἅπαντʼ ἀπολωλέκασιν ; καίτοι σκοπεῖτʼ , ὦ ἄνδρες δικασταί , πόσους ὑπὸ τῶν ὑδάτων ἐν τοῖς ἀγροῖς βεβλάφθαι συμβέβηκεν , τὰ μὲν Ἐλευσῖνι , τὰ δʼ ἐν τοῖς ἄλλοις τόποις . ἀλλʼ οὐ δήπου τούτων , ὦ γῆ καὶ θεοί , παρὰ τῶν γειτόνων ἕκαστος ἀξιώσει τὰς βλάβας κομίζεσθαι .
Μαρτυρίαι
Πρόκλησις
55.28
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 55.25 | Dem. 55.28 (English) | >>Dem. 55.30 |